Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.265 Joseph. AJ 4.269 (English) >>Joseph. AJ 4.275

4.267

Οἱ δὲ λαβόντες εἴτε ἀργύρια εἴτε τινὰ τῶν καρπῶν ὑγρὸν ξηρόν, κατὰ νοῦν αὐτοῖς τῶν παρὰ τοῦ θεοῦ χωρησάντων κομίζοντες μεθʼ ἡδονῆς ἀποδιδότωσαν τοῖς δοῦσιν ὥσπερ ἀποθέμενοι εἰς τὰ αὑτῶν καὶ πάλιν εἰ δεηθεῖεν ἕξοντες. 4.268ἂν δὲ ἀναισχυντῶσι περὶ τὴν ἀπόδοσιν, μὴ περὶ τὴν οἰκίαν βαδίσαντας ἐνεχυριάζειν πρὶν δίκη περὶ τούτου γένηται· τὸ δʼ ἐνέχυρον αἰτεῖν ἔξω καὶ τὸν ὀφείλοντα κομίζειν διʼ αὐτοῦ μηδὲν ἀντιλέγοντα τῷ μετὰ νόμου βοηθείας ἐπʼ αὐτὸν ἥκοντι. 4.269κἂν μὲν εὔπορος ἐνεχυρασμένος, κατεχέτω τοῦτο μέχρι τῆς ἀποδόσεως δεδανεικώς, ἂν δὲ πένης, ἀποτιθέτω πρὶν ἡλίου δυσμῶν, καὶ μάλιστʼ ἂν ἱμάτιον τὸ ἐνέχυρον, ὅπως εἰς ὕπνον ἔχῃ τοῦτο, φύσει τοῦ θεοῦ τοῖς πενομένοις ἔλεον νέμοντος. 4.270μύλην δὲ καὶ τὰ περὶ ταύτην σκεύη μὴ ἐξεῖναι λαμβάνειν ἐνέχυρον, ὅπως μὴ στερῶνται καὶ τῶν πρὸς τὰ σιτία ὀργάνων μηδʼ ὑπʼ ἐνδείας πάθωσί τι τῶν χειρόνων. 4.271

Ἐπʼ ἀνθρώπου μὲν κλοπῇ θάνατος ἔστω ζημία, δὲ χρυσὸν ἄργυρον ὑφελόμενος τὸ διπλοῦν ἀποτινέτω. κτείνας δʼ ἐπὶ τοῖς κατʼ οἶκον κλεπτομένοις τις ἀθῷος ἔστω κἂν εἰ πρὸς διορύγματι τειχίου. 4.272βόσκημα δὲ κλέψας τετραπλῆν τὴν ζημίαν ἀποτινέτω πλὴν βοός, πενταπλῆν δʼ ὑπὲρ τούτου καταβαλλέτω. δὲ τὸ ἐπιτίμιον ἄπορος διαλύσασθαι δοῦλος ἔστω τοῖς καταδεδικασμένοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.265 Joseph. AJ 4.269 (English) >>Joseph. AJ 4.275

Powered by PhiloLogic